The Epistle of Paul to the Ephesians parallel Greek texts

προς εφεσιους

Chapter 3



NASTextRec
3:1 Τούτου χάριν ἐγὼ Παῦλος δέσμιος τοῦ Χριστοῦ [Ἰησοῦ] ὑπὲρ ὑμῶν τῶν ἐθνῶν 1 Τούτου χάριν ἐγὼ Παῦλος δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν·
For this reason I, Paul, the prisoner of Christ Jesus for the sake of you Gentiles— For this cause I Paul, the prisoner of Jesus Christ for you Gentiles,
3:2 εἴ γε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς, 2 εἴγε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς,
if indeed you have heard of the stewardship of God's grace which was given to me for you; If you have heard of the dispensation of the grace of God which is given me to you-ward:
3:3[ὅτι] κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, 3 ὅτι κατὰ ἀποκάλυψιν ἐγνώρισέ μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ,
that by revelation there was made known to me the mystery, as I wrote before in brief. How that by revelation he made known unto me the mystery; (as I wrote afore in few words,
3:4 πρὸς δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ. 4 πρὸς δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ·
By referring to this, when you read you can understand my insight into the mystery of Christ, Whereby, when you read, you may understand my knowledge in the mystery of Christ)
3:5  ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι, 5  ἐν ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι·
which in other generations was not made known to the sons of men, as it has now been revealed to his holy apostles and prophets in the Spirit; Which in other ages was not made known unto the sons of men, as it is now revealed unto his holy apostles and prophets by the Spirit;
3:6 εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας ἐν Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου, 6 εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας αὐτοῦ ἐν τῷ Χριστῷ, διὰ τοῦ εὐαγγελίου,
to be specific, that the Gentiles are fellow heirs and fellow members of the body, and fellow partakers of the promise in Christ Jesus through the gospel, That the Gentiles should be fellowheirs, and of the same body, and partakers of his promise in Christ by the gospel:
3:7 οὗ ἐγενήθην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ. 7 οὗ ἐγενόμην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ, τὴν δοθεῖσάν μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ·
of which I was made a minister, according to the gift of God's grace which was given to me according to the working of his power. Whereof I was made a minister, according to the gift of the grace of God given unto me by the effectual working of his power.
3:8 ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη χάρις αὕτη, τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸ ἀνεξιχνίαστον πλοῦτος τοῦ Χριστοῦ 8 ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων τῶν ἁγίων ἐδόθη χάρις αὕτη, ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ,
To me, the very least of all saints, this grace was given, to preach to the Gentiles the unfathomable riches of Christ, Unto me, who am less than the least of all saints, is this grace given, that I should preach among the Gentiles the unsearchable riches of Christ;
3:9 καὶ φωτίσαι [πάντας] τίς οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ τῷ τὰ πάντα κτίσαντι, 9 καὶ φωτίσαι πάντας τίς κοινωνία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ,
and to bring to light what is the administration of the mystery which for ages has been hidden in God who created all things; And to make all men see what is the fellowship of the mystery, which from the beginning of the world has been hid in God, who created all things by Jesus Christ:
3:10 ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας πολυποίκιλος σοφία τοῦ θεοῦ, 10 ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας πολυποίκιλος σοφία τοῦ θεοῦ,
so that the manifold wisdom of God might now be made known through the church to the rulers and the authorities in the heavenly places. To the intent that now unto the principalities and powers in heavenly places might be known by the church the manifold wisdom of God,
3:11 κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν τῷ Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, 11 κατὰ πρόθεσιν τῶν αἰώνων, ἣν ἐποίησεν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν,
This was in accordance with the eternal purpose which he carried out in Christ Jesus our Lord, According to the eternal purpose which he purposed in Christ Jesus our Lord:
3:12 ἐν ἔχομεν τὴν παρρησίαν καὶ προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ 12 ἐν ἔχομεν τὴν παρρησίαν καὶ προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ.
in whom we have boldness and confident access through faith in him. In whom we have boldness and access with confidence by the faith of him.
3:13 διὸ αἰτοῦμαι μὴ ἐγκακεῖν ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶν δόξα ὑμῶν. 13 διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶ δόξα ὑμῶν.
Therefore I ask you not to lose heart at my tribulations on your behalf, for they are your glory. Wherefore I desire that you faint not at my tribulations for you, which is your glory.
3:14 Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα, 14 Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
For this reason I bow my knees before the Father, For this cause I bow my knees unto the Father of our Lord Jesus Christ,
3:15 ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, 15 ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται,
from whom every family in heaven and on earth derives its name, Of whom the whole family in heaven and earth is named,
3:16 ἵνα δῷ ὑμῖν κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, 16 ἵνα δῴη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον,
that he would grant you, according to the riches of his glory, to be strengthened with power through his Spirit in the inner man, That he would grant you, according to the riches of his glory, to be strengthened with might by his Spirit in the inner man;
3:17 κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν, ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι, 17 κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν·
ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι
so that Christ may dwell in your hearts through faith; and that you, being rooted and grounded in love, That Christ may dwell in your hearts by faith; that you, being rooted and grounded in love,
3:18 ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ ὕψος καὶ βάθος, 18 ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος,
may be able to comprehend with all the saints what is the breadth and length and height and depth, May be able to comprehend with all saints what is the breadth, and length, and depth, and height;
3:19 γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ. 19 γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ.
and to know the love of Christ which surpasses knowledge, that you may be filled up to all the fullness of God. And to know the love of Christ, which passeth knowledge, that you might be filled with all the fulness of God.
3:20 Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα νοοῦμεν κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν, 20 Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπὲρ ἐκ περισσοῦ ὧν αἰτούμεθα νοοῦμεν, κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν,
Now to him who is able to do far more abundantly beyond all that we ask or think, according to the power that works within us, Now unto him that is able to do exceeding abundantly above all that we ask or think, according to the power that worketh in us,
3:21 αὐτῷ δόξα ἐν τῇ ἐκκλησίᾳ καὶ ἐν Χριστῷ Ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων, ἀμήν. 21 αὐτῷ δόξα ἐν τῇ ἐκκλησίᾳ ἐν Χριστῷ Ἰησοῦ, εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων.
ἀμήν.
to him be the glory in the church and in Christ Jesus to all generations forever and ever. Amēn. Unto him be glory in the church by Christ Jesus throughout all ages, world without end. Amēn.



← PreviousNext →

Ephesians
Prepared by John Barach