The Acts of the Apostles parallel Greek texts

πραξεις αποστολων

Chapter 11



NASTextRec
11:1 Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ θεοῦ. 1 Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν, ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ θεοῦ.
Now the apostles and the brothers who were throughout Judea heard that the Gentiles also had received the word of God. Now the apostles and the brothers who were throughout Judea heard that the Gentiles also had received the word of God.
11:2 ὅτε δὲ ἀνέβη Πέτρος εἰς Ἰερουσαλήμ, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς 2 καὶ ὅτε ἀνέβη Πέτρος εἰς Ἱεροσόλυμα, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς,
And when Peter came up to Jerusalem, the ones from the circumcised believers disputed with him, And when Peter came up to Jerusalem, the ones from the circumcised believers disputed with him,
11:3 λέγοντες ὅτι εἰσῆλθες πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας καὶ συνέφαγες αὐτοῖς. 3 λέγοντες ὅτι πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας εἰσῆλθες, καὶ συνέφαγες αὐτοῖς.
saying, “You went to men who have foreskin and ate with them.” saying, “You went to men who have foreskin and ate with them.”
11:4 ἀρξάμενος δὲ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων, 4 ἀρξάμενος δὲ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων,
But from the beginning, Peter explained to them in sequence, saying, But from the beginning, Peter explained to them in sequence, saying,
11:5 ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρι ἐμοῦ. 5 ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος, καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρις ἐμοῦ.
“I was in the city of Joppa praying; and in a trance I saw a vision, an object coming down like a great sheet lowered by four corners from the sky; and it came up to me, “I was in the city of Joppa praying; and in a trance I saw a vision, an object coming down like a great sheet lowered by four corners from the sky; and it came up to me,
11:6 εἰς ἣν ἀτενίσας κατενόουν καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. 6 εἰς ἣν ἀτενίσας κατενόουν, καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ.
and after looking intently on it, I noticed and saw the four-footed animals of the land and the wild beasts and the reptiles and the birds of the sky. and after looking intently on it, I noticed and saw the four-footed animals of the land and the wild beasts and the reptiles and the birds of the sky.
11:7 ἤκουσα δὲ καὶ φωνῆς λεγούσης μοι, ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. 7 ἤκουσα δὲ φωνῆς λεγούσης μοι, ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.
I also heard a voice saying to me, ‘Get up, Peter; kill and eat.’ I also heard a voice saying to me, ‘Get up, Peter; kill and eat.’
11:8 εἶπον δέ, μηδαμῶς, κύριε, ὅτι κοινὸν ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου. 8 εἶπον δέ, μηδαμῶς, κύριε·
ὅτι πᾶν κοινὸν ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου.
But I said, ‘By no means, Lord, for anything profane or unclean has never entered my mouth.’ But I said, ‘By no means, Lord, for anything profane or unclean has never entered my mouth.’
11:9 ἀπεκρίθη δὲ φωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ, θεὸς ἐκαθάρισεν, σὺ μὴ κοίνου. 9 ἀπεκρίθη δέ μοι φωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ, θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου.
But a voice from the sky answered a second time, ‘What God has cleansed, you don’t call profane.’ But a voice from the sky answered a second time, ‘What God has cleansed, you don’t call profane.’
11:10 τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ἀνεσπάσθη πάλιν ἅπαντα εἰς τὸν οὐρανόν. 10 τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ πάλιν ἀνεσπάσθη ἅπαντα εἰς τὸν οὐρανόν.
But this happened three times, and everything was drawn up into the sky again. But this happened three times, and everything was drawn up into the sky again.
11:11 καὶ ἰδοὺ ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ἦμεν, ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με. 11 καὶ ἰδού, ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ἤμην, ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με.
And listen! Immediately three men appeared at the house in which we were, having been sent to me from Caesarea. And listen! Immediately three men appeared at the house in which we were, having been sent to me from Caesarea.
11:12 εἶπεν δὲ τὸ πνεῦμά μοι συνελθεῖν αὐτοῖς μηδὲν διακρίναντα.
ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός.
12 εἶπε δέ μοι τὸ πνεῦμα συνελθεῖν αὐτοῖς, μηδὲν διακρινόμενον·
ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός,
The Spirit told me to go with them without passing judgment. These six brothers also went with me and we entered the man’s home. The Spirit told me to go with them without passing judgment. These six brothers also went with me and we entered the man’s home.
11:13 ἀπήγγειλεν δὲ ἡμῖν πῶς εἶδεν [τὸν] ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ εἰπόντα, ἀπόστειλον εἰς Ἰόππην καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον, 13 ἀπήγγειλέ τε ἡμῖν πῶς εἶδε τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ εἰπόντα αὐτῷ, ἀπόστειλον εἰς Ἰόππην ἄνδρας, καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον,
And he reported to us how he had seen the angel standing in his house, and saying, ‘Send to Joppa and summon Simōn, who is also called Peter; And he reported to us how he had seen the angel standing in his house, and saying, ‘Send to Joppa and summon Simōn, who is also called Peter;
11:14 ὃς λαλήσει ῥήματα πρὸς σὲ ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς οἶκός σου. 14 ὃς λαλήσει ῥήματα πρός σε, ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς οἶκός σου.
and he will speak words to you by which you will be saved, you and all your household.’ and he will speak words to you by which you will be saved, you and all your household.’
11:15 ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπ᾿ αὐτοὺς ὥσπερ καὶ ἐφ᾿ ἡμᾶς ἐν ἀρχῇ. 15 ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν, ἐπέπεσε τὸ πνεῦμα τὸ ἅγιον ἐπ᾿ αὐτούς, ὥσπερ καὶ ἐφ᾿ ἡμᾶς ἐν ἀρχῇ.
And as I began to speak, the Holy Spirit fell upon them just as he also did upon us at the beginning. And as I began to speak, the Holy Spirit fell upon them just as he also did upon us at the beginning.
11:16 ἐμνήσθην δὲ τοῦ ῥήματος τοῦ κυρίου ὡς ἔλεγεν, Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ. 16 ἐμνήσθην δὲ τοῦ ῥήματος κυρίου, ὡς ἔλεγεν, Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ.
And I remembered the word of the Lord, how he used to say, ‘Jōhn baptized with water, but you will be baptized with the Holy Spirit.’ And I remembered the word of the Lord, how he used to say, ‘Jōhn baptized with water, but you will be baptized with the Holy Spirit.’
11:17 εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς θεὸς ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν κύριον Ἰησοῦν Χριστόν, ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν θεόν; 17 εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς θεὸς ὡς καὶ ἡμῖν, πιστεύσασιν ἐπὶ τὸν κύριον Ἰησοῦν Χριστόν, ἐγὼ δὲ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν θεόν;
Therefore if God gave to them the same gift as he gave to us also after believing in the Lord Jesus Christ, who was I that I could withstand God?” Therefore if God gave to them the same gift as he gave to us also after believing in the Lord Jesus Christ, who was I that I could withstand God?”
11:18 ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ ἐδόξασαν τὸν θεὸν λέγοντες, ἄρα καὶ τοῖς ἔθνεσιν θεὸς τὴν μετάνοιαν εἰς ζωὴν ἔδωκεν. 18 ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν, καὶ ἐδόξαζον τὸν θεόν, λέγοντες, Ἄραγε καὶ τοῖς ἔθνεσιν θεὸς τὴν μετάνοιαν ἔδωκεν εἰς ζωήν.
After they heard these things, they kept quiet and glorified God, saying, “Well then, God has also granted to the Gentiles the repentance that leads to life.” After they heard these things, they kept quiet and glorified God, saying, “Well then, God has also granted to the Gentiles the repentance that leads to life.”
11:19 Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις. 19 Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ, διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις.
So then after being scattered by the persecution that happened about Stephen, they dispersed as far as Phoenicia and Cyprus and Antioch, speaking the word to no one except only to Jews. So then after being scattered by the persecution that happened about Stephen, they dispersed as far as Phoenicia and Cyprus and Antioch, speaking the word to no one except only to Jews.
11:20 ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες ἐλθόντες εἰς Ἀντιόχειαν ἐλάλουν καὶ πρὸς τοὺς Ἑλληνιστὰς εὐαγγελιζόμενοι τὸν κύριον Ἰησοῦν. 20 ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες εἰσελθόντες εἰς Ἀντιόχειαν, ἐλάλουν πρὸς τοὺς Ἑλληνιστὰς εὐαγγελιζόμενοι τὸν κύριον Ἰησοῦν.
But there were some of them, men of Cyprus and Cyrēnē, who came to Antioch and began speaking also to the Greeks, preaching the Lord Jesus. But there were some of them, men of Cyprus and Cyrēnē, who came to Antioch and began speaking also to the Greeks, preaching the Lord Jesus.
11:21 καὶ ἦν χεὶρ κυρίου μετ᾿ αὐτῶν, πολύς τε ἀριθμὸς πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν κύριον. 21 καὶ ἦν χεὶρ κυρίου μετ᾿ αὐτῶν·
πολύς τε ἀριθμὸς πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν κύριον.
And the hand of the Lord was with them, and a large number who believed turned to the Lord. And the hand of the Lord was with them, and a large number who believed turned to the Lord.
11:22 ἠκούσθη δὲ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς οὔσης ἐν Ἰερουσαλὴμ περὶ αὐτῶν καὶ ἐξαπέστειλαν Βαρναβᾶν [διελθεῖν] ἕως Ἀντιοχείας. 22 ἠκούσθη δὲ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς ἐν Ἱεροσολύμοις περὶ αὐτῶν·
καὶ ἐξαπέστειλαν Βαρνάβαν διελθεῖν ἕως Ἀντιοχείας.
The word about them was heard in ears of the church which was in Jerusalem, and they sent Barnabas [to go] as far as Antioch. The word about them was heard in ears of the church which was in Jerusalem, and they sent Barnabas to go as far as Antioch.
11:23 ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν [τὴν] τοῦ θεοῦ, ἐχάρη καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ κυρίῳ, 23 ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τοῦ θεοῦ ἐχάρη, καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ κυρίῳ·
Then after arriving and seeing the grace of God, he rejoiced and began to encourage all who were with a determination of heart to remain attached to the Lord; Then after arriving and seeing the grace of God, he rejoiced and began to encourage all who were with a determination of heart to remain attached to the Lord;
11:24 ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης πνεύματος ἁγίου καὶ πίστεως.
καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ κυρίῳ.
24 ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης πνεύματος ἁγίου καὶ πίστεως.
καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ κυρίῳ.
for he was a good man, and full of the Holy Spirit and of faith. And a considerable group were added to the Lord. for he was a good man, and full of the Holy Spirit and of faith. And a considerable group were added to the Lord.
11:25 ἐξῆλθεν δὲ εἰς Ταρσὸν ἀναζητῆσαι Σαῦλον, 25 ἐξῆλθε δὲ εἰς Ταρσὸν Βαρνάβας ἀναζητῆσαι Σαῦλον,
And he left for Tarsus to look for Saul; And Barnabas left for Tarsus to look for Saul;
11:26 καὶ εὑρὼν ἤγαγεν εἰς Ἀντιόχειαν.
ἐγένετο δὲ αὐτοῖς καὶ ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρώτως ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.
26 καὶ εὑρὼν αὐτὸν ἤγαγεν αὐτὸν εἰς Ἀντιόχειαν.
ἐγένετο δὲ αὐτοὺς ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ, καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρῶτον ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.
and after finding him, he brought him to Antioch. And it happened, that for an entire year they gathered with the church and taught a considerable group; and the disciples were first called Christians in Antioch. and after finding him, he brought him to Antioch. And it happened, that for an entire year they gathered with the church and taught a considerable group; and the disciples were first called Christians in Antioch.
11:27 Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν. 27 Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν.
Now in these days, some prophets came down from Jerusalem to Antioch. Now in these days, some prophets came down from Jerusalem to Antioch.
11:28 ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἅγαβος ἐσήμανεν διὰ τοῦ πνεύματος λιμὸν μεγάλην μέλλειν ἔσεσθαι ἐφ᾿ ὅλην τὴν οἰκουμένην, ἥτις ἐγένετο ἐπὶ Κλαυδίου. 28 ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἅγαβος, ἐσήμανε διὰ τοῦ πνεύματος, λιμὸν μέγαν μέλλειν ἔσεσθαι ἐφ᾿ ὅλην τὴν οἰκουμένην·
ὅστις καὶ ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος.
And after rising up, one of them named Agabus indicated by the Spirit that a great famine was about to exist over all the inhabited world. This happened during the reign of Claudius. And after rising up, one of them named Agabus indicated by the Spirit that a great famine was about to exist over all the inhabited world. And this happened during the reign of Claudius Caesar.
11:29 τῶν δὲ μαθητῶν, καθὼς εὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς· 29 τῶν δὲ μαθητῶν, καθὼς ηὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς·
Now just as any of the disciples had resources, each of them determined to send support for the relief of the brothers living in Judea. Now just as any of the disciples had resources, each of them determined to send support for the relief of the brothers living in Judea.
11:30  καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρναβᾶ καὶ Σαύλου. 30  καὶ ἐποίησαν, ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου.
And they did this, sending it to the elders by the hand of Barnabas and Saul. And they did this, sending it to the elders by the hand of Barnabas and Saul.



← PreviousNext →

Prepared by John Barach