The Acts of the Apostles parallel Greek texts

πραξεις αποστολων

Chapter 17



NASTextRec
17:1 Διοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶ τὴν Ἀπολλωνίαν ἦλθον εἰς Θεσσαλονίκην ὅπου ἦν συναγωγὴ τῶν Ἰουδαίων. 1 Διοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶ Ἀπολλωνίαν, ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν συναγωγὴ τῶν Ἰουδαίων.
Now after travelling through Amphipolis and Apollonia, they came to Thessalonica, where there was a synagogue of the Jews. Now after travelling through Amphipolis and Apollonia, they came to Thessalonica, where there was a synagogue of the Jews.
17:2 κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ εἰσῆλθεν πρὸς αὐτοὺς καὶ ἐπὶ σάββατα τρία διελέξατο αὐτοῖς ἀπὸ τῶν γραφῶν, 2 κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ εἰσῆλθε πρὸς αὐτούς.
καὶ ἐπὶ σάββατα τρία διελέγετο αὐτοῖς ἀπὸ τῶν γραφῶν,
And according to Paul's custom, he entered to them; and for three Sabbaths he reasoned with them from the Scriptures, And according to Paul's custom, he entered to them; and for three Sabbaths he reasoned with them from the Scriptures,
17:3 διανοίγων καὶ παρατιθέμενος ὅτι τὸν Χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν καὶ ὅτι οὗτός ἐστιν Χριστὸς [] Ἰησοῦς ὃν ἐγὼ καταγγέλλω ὑμῖν. 3 διανοίγων καὶ παρατιθέμενος, ὅτι τὸν Χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν καὶ ὅτι οὗτός ἐστιν Χριστὸς Ἰησοῦς, ὃν ἐγὼ καταγγέλλω ὑμῖν.
explaining and substantiating that the Christ had to suffer and rise again from the dead, and saying, “This Jesus whom I am proclaiming to you is the Christ.” explaining and substantiating that the Christ had to suffer and rise again from the dead, and saying, “This Jesus whom I am proclaiming to you is the Christ.”
17:4 καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σιλᾷ, τῶν τε σεβομένων Ἑλλήνων πλῆθος πολύ, γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι. 4 καί τινες ἐξ αὐτῶν ἐπείσθησαν, καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σιλᾷ, τῶν τε σεβομένων Ἑλλήνων πολὺ πλῆθος, γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι.
And some of them were persuaded and joined Paul and Silas, along with a large number of the God-fearing Greeks and a number of the leading women. And some of them believed, and consorted with Paul and Silas; and of the devout Greeks a great multitude, and of the chief women not a few.
17:5 ζηλώσαντες δὲ οἱ Ἰουδαῖοι καὶ προσλαβόμενοι τῶν ἀγοραίων ἄνδρας τινὰς πονηροὺς καὶ ὀχλοποιήσαντες ἐθορύβουν τὴν πόλιν καὶ ἐπιστάντες τῇ οἰκίᾳ Ἰάσονος ἐζήτουν αὐτοὺς προαγαγεῖν εἰς τὸν δῆμον· 5 ζηλώσαντες δὲ οἱ ἀπειθοῦντες Ἰουδαῖοι, καὶ προσλαβόμενοι τῶν ἀγοραίων τινὰς ἄνδρας πονηρούς, καὶ ὀχλοποιήσαντες, ἐθορύβουν τὴν πόλιν·
ἐπιστάντες τε τῇ οἰκίᾳ Ἰάσονος, ἐζήτουν αὐτοὺς ἀγαγεῖν εἰς τὸν δῆμον·
But the Jews, becoming jealous and taking along some wicked men from the market place, formed a mob and set the city in an uproar; and attacking the house of Jason, they were seeking to bring them out to the people. But the Jews which believed not, moved with envy, took unto them certain lewd fellows of the baser sort, and gathered a company, and set all the city on an uproar, and assaulted the house of Jason, and sought to bring them out to the people.
17:6 μὴ εὑρόντες δὲ αὐτοὺς ἔσυρον Ἰάσονος καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας βοῶντες ὅτι οἱ τὴν οἰκουμένην ἀναστατώσαντες οὗτοι καὶ ἐνθάδε πάρεισιν, 6 μὴ εὑρόντες δὲ αὐτούς, ἔσυρον τὸν Ἰάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας, βοῶντες, ὅτι οἱ τὴν οἰκουμένην ἀναστατώσαντες, οὗτοι καὶ ἐνθάδε πάρεισιν,
When they didn’t find them, they began dragging Jason and some brothers before the city authorities, shouting, “These men who have upset the world have come here also; And when they found them not, they drew Jason and certain brothers unto the rulers of the city, crying, These that have turned the world upside down are come hither also;
17:7 οὓς ὑποδέδεκται Ἰάσων·
καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσιν βασιλέα ἕτερον λέγοντες εἶναι Ἰησοῦν.
7 οὓς ὑποδέδεκται Ἰάσων·
καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράττουσι, βασιλέα λέγοντες ἕτερον εἶναι, Ἰησοῦν.
and Jason has welcomed them, and they all act contrary to the decrees of Caesar, saying that there is another king, Jesus.” Whom Jason has received: and these all do contrary to the decrees of Caesar, saying that there is another king, one Jesus.
17:8 ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα, 8 ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα·
They stirred up the crowd and the city authorities who heard these things. And they troubled the people and the rulers of the city, when they heard these things.
17:9 καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονος καὶ τῶν λοιπῶν ἀπέλυσαν αὐτούς. 9 καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονος καὶ τῶν λοιπῶν ἀπέλυσαν αὐτούς.
And when they had received a pledge from Jason and the others, they released them. And when they had taken security of Jason, and of the other, they let them go.
17:10 Οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ νυκτὸς ἐξέπεμψαν τὸν τε Παῦλον καὶ τὸν Σιλᾶν εἰς Βέροιαν, οἵτινες παραγενόμενοι εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων ἀπῄεσαν. 10 Οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ τῆς νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σίλαν εἰς Βέροιαν·
οἵτινες παραγενόμενοι, εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων ἀπῄεσαν.
The brothers immediately sent Paul and Silas away by night to Berea, and when they arrived, they went into the synagogue of the Jews. And the brothers immediately sent away Paul and Silas by night unto Berea: who coming thither went into the synagogue of the Jews.
17:11 οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας καθ᾿ ἡμέραν ἀνακρίνοντες τὰς γραφὰς εἰ ἔχοι ταῦτα οὕτως. 11 οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας, τὸ καθ᾿ ἡμέραν ἀνακρίνοντες τὰς γραφάς, εἰ ἔχοι ταῦτα οὕτως.
Now these were more noble-minded than those in Thessalonica, for they received the word with great eagerness, examining the Scriptures daily to see whether these things were so. These were more noble than those in Thessalonica, in that they received the word with all readiness of mind, and searched the scriptures daily, whether those things were so.
17:12 πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι. 12 πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι.
Therefore many of them believed, along with a number of prominent Greek women and men. Therefore many of them believed; also of honourable women which were Greeks, and of men, not a few.
17:13 Ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι ὅτι καὶ ἐν τῇ Βεροίᾳ κατηγγέλη ὑπὸ τοῦ Παύλου λόγος τοῦ θεοῦ, ἦλθον κἀκεῖ σαλεύοντες καὶ ταράσσοντες τοὺς ὄχλους. 13 Ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι, ὅτι καὶ ἐν τῇ Βεροίᾳ κατηγγέλη ὑπὸ τοῦ Παύλου λόγος τοῦ θεοῦ, ἦλθον κἀκεῖ σαλεύοντες τοὺς ὄχλους.
But when the Jews of Thessalonica found out that the word of God had been proclaimed by Paul in Berea also, they came there as well, agitating and stirring up the crowds. But when the Jews of Thessalonica had knowledge that the word of God was preached of Paul at Berea, they came thither also, and stirred up the people.
17:14 εὐθέως δὲ τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι ἕως ἐπὶ τὴν θάλασσαν, ὑπέμεινάν τε τε Σιλᾶς καὶ Τιμόθεος ἐκεῖ. 14 εὐθέως δὲ τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι ὡς ἐπὶ τὴν θάλασσαν·
ὑπέμενον δὲ τε Σίλας καὶ Τιμόθεος ἐκεῖ.
Then immediately the brothers sent Paul out to go as far as the sea; and Silas and Timothy remained there. And then immediately the brothers sent away Paul to go as it were to the sea: but Silas and Timotheus abode there still.
17:15 οἱ δὲ καθιστάνοντες τὸν Παῦλον ἤγαγον ἕως Ἀθηνῶν, καὶ λαβόντες ἐντολὴν πρὸς τὸν Σιλᾶν καὶ τὸν Τιμόθεον ἵνα ὡς τάχιστα ἔλθωσιν πρὸς αὐτὸν ἐξῄεσαν. 15 οἱ δὲ καθιστῶντες τὸν Παῦλον, ἤγαγον αὐτὸν ἕως Ἀθηνῶν·
καὶ λαβόντες ἐντολὴν πρὸς τὸν Σίλαν καὶ Τιμόθεον, ἵνα ὡς τάχιστα ἔλθωσι πρὸς αὐτόν, ἐξῄεσαν.
Now those who escorted Paul brought him as far as Athens; and receiving a command for Silas and Timothy to come to him as soon as possible, they left. And they that conducted Paul brought him unto Athens: and receiving a commandment unto Silas and Timotheus for to come to him with all speed, they departed.
17:16 Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ θεωροῦντος κατείδωλον οὖσαν τὴν πόλιν. 16 Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, θεωροῦντι κατείδωλον οὖσαν τὴν πόλιν.
Now while Paul was waiting for them at Athens, his spirit was being provoked within him as he was observing the city full of idols. Now while Paul waited for them at Athens, his spirit was stirred in him, when he saw the city wholly given to idolatry.
17:17 διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας. 17 διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις, καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας.
So he was reasoning in the synagogue with the Jews and the God-fearing Gentiles, and in the market place every day with those who happened to be present. Therefore disputed he in the synagogue with the Jews, and with the devout persons, and in the market daily with them that met with him.
17:18 τινὲς δὲ καὶ τῶν Ἐπικουρείων καὶ Στοϊκῶν φιλοσόφων συνέβαλλον αὐτῷ, καί τινες ἔλεγον, τί ἄν θέλοι σπερμολόγος οὗτος λέγειν;
οἱ δὲ, ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι, ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο.
18 τινὲς δὲ τῶν Ἐπικουρείων καὶ τῶν Στωϊκῶν φιλοσόφων συνέβαλλον αὐτῷ·
καί τινες ἔλεγον, τί ἄν θέλοι σπερμολόγος οὗτος λέγειν;
οἱ δέ, ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι·
ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν αὐτοῖς εὐηγγελίζετο.
And also some of the Epicurean and Stoic philosophers were conversing with him. Some were saying, “What would this idle babbler wish to say?” Others, “He seems to be a proclaimer of strange deities,”—because he was preaching Jesus and the resurrection. Then certain philosophers of the Epicureans, and of the Stoicks, encountered him. And some said, What will this babbler say? other some, he seemeth to be a setter forth of strange gods: because he preached unto them Jesus, and the resurrection.
17:19 ἐπιλαβόμενοί τε αὐτοῦ ἐπὶ τὸν Ἄρειον Πάγον ἤγαγον λέγοντες, δυνάμεθα γνῶναι τίς καινὴ αὕτη ὑπὸ σοῦ λαλουμένη διδαχή; 19 ἐπιλαβόμενοί τε αὐτοῦ, ἐπὶ τὸν Ἄρειον Πάγον ἤγαγον λέγοντες, δυνάμεθα γνῶναι, τίς καινὴ αὕτη ὑπὸ σοῦ λαλουμένη διδαχή;
And they took him and brought him to the Areopagus, saying, “May we know what this new teaching is which you are proclaiming? And they took him, and brought him unto Areopagus, saying, May we know what this new doctrine, whereof you speakest, is?
17:20 ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν·
βουλόμεθα οὖν γνῶναι τίνα θέλει ταῦτα εἶναι.
20 ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν·
βουλόμεθα οὖν γνῶναι, τί ἂν θέλοι ταῦτα εἶναι.
For you are bringing some strange things to our ears; so we want to know what these things mean.” For you bringest certain strange things to our ears: we would know therefore what these things mean.
17:21 Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον ηὐκαίρουν λέγειν τι ἀκούειν τι καινότερον. 21 Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον εὐκαίρουν, λέγειν τι καὶ ἀκούειν καινότερον.
(Now all the Athenians and the strangers visiting there used to spend their time in nothing other than telling or hearing something new.) (For all the Athenians and strangers which were there spent their time in nothing else, but either to tell, or to hear some new thing.)
17:22 Σταθεὶς δὲ [] Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου Πάγου ἔφη, ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. 22 Σταθεὶς δὲ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου Πάγου ἔφη, ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ.
So Paul stood in the midst of the Areopagus and said, “Men of Athens, I observe that you are very religious in all respects. Then Paul stood in the midst of Mars' hill, and said, You men of Athens, I perceive that in all things you are too superstitious.
17:23 διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν εὗρον καὶ βωμὸν ἐν ἐπεγέγραπτο, Ἀγνώστῳ θεῷ.
οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτο ἐγὼ καταγγέλλω ὑμῖν.
23 διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν, εὗρον καὶ βωμὸν ἐν ἐπεγέγραπτο, Ἀγνώστῳ θεῷ.
ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν.
For while I was passing through and examining the objects of your worship, I also found an altar with this inscription, ‘TO AN UNKNOWN GOD.’ Therefore what you worship in ignorance, this I proclaim to you. For as I passed by, and beheld your devotions, I found an altar with this inscription, To The Unknown God. Whom therefore you ignorantly worship, him declare I unto you.
17:24  θεὸς ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ὑπάρχων κύριος οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ 24  θεὸς ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς κύριος ὑπάρχων, οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ,
The God who made the world and all things in it, since he is Lord of heaven and earth, doesn’t dwell in temples made with hands; God that made the world and all things therein, seeing that he is Lord of heaven and earth, dwelleth not in temples made with hands;
17:25 οὐδὲ ὑπὸ χειρῶν ἀνθρωπίνων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα· 25 οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν κατὰ πάντα·
nor is he served by human hands, as though he needed anything, since he himself gives to all people life and breath and all things; Neither is worshipped with men's hands, as though he needed any thing, seeing he giveth to all life, and breath, and all things;
17:26 ἐποίησέν τε ἐξ ἑνὸς πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ παντὸς προσώπου τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν 26 ἐποίησέ τε ἐξ ἑνὸς αἵματος πᾶν ἔθνος ἀνθρώπων, κατοικεῖν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς, ὁρίσας προτεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν·
and he made from one man every nation of mankind to live on all the face of the earth, having determined their appointed times and the boundaries of their habitation, And has made of one blood all nations of men for to dwell on all the face of the earth, and has determined the times before appointed, and the bounds of their habitation;
17:27 ζητεῖν τὸν θεὸν, εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καὶ γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. 27 ζητεῖν τὸν Κύριον, εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καίτοιγε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα.
that they would seek God, if perhaps they might grope for him and find him, though he is not far from each one of us; That they should seek the Lord, if haply they might feel after him, and find him, though he be not far from every one of us:
17:28 ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμεν, ὡς καί τινες τῶν καθ᾿ ὑμᾶς ποιητῶν εἰρήκασιν, Τοῦ γὰρ καὶ γένος ἐσμέν. 28 ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καί ἐσμεν·
ὡς καί τινες τῶν καθ᾿ ὑμᾶς ποιητῶν εἰρήκασι, Τοῦ γὰρ καὶ γένος ἐσμέν.
for in him we live and move and exist, as even some of your own poets have said, ‘For we also are his children.’ For in him we live, and move, and have our being; as certain also of your own poets have said, For we are also his offspring.
17:29 γένος οὖν ὑπάρχοντες τοῦ θεοῦ οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἀργύρῳ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον. 29 γένος οὖν ὑπάρχοντες τοῦ θεοῦ, οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἀργύρῳ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον.
Being then the children of God, we ought not to think that the Divine Nature is like gold or silver or stone, an image formed by the are and thought of man. Forasmuch then as we are the offspring of God, we ought not to think that the Godhead is like unto gold, or silver, or stone, graven by are and man's device.
17:30 τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν θεός, τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις πάντας πανταχοῦ μετανοεῖν, 30 τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν θεός, τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις πᾶσι πανταχοῦ μετανοεῖν·
Therefore having overlooked the times of ignorance, God is now declaring to men that all people everywhere should repent, And the times of this ignorance God winked at; but now commands all men every where to repent:
17:31 καθότι ἔστησεν ἡμέραν ἐν μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ὥρισεν, πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. 31 διότι ἔστησεν ἡμέραν, ἐν μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.
because he has fixed a day in which he will judge the world in righteousness through a Man whom he has appointed, having furnished proof to all men by raising him from the dead.” Because he has appointed a day, in the which he will judge the world in righteousness by that man whom he has ordained; whereof he has given assurance unto all men, in that he has raised him from the dead.
17:32 Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν οἱ μὲν ἐχλεύαζον, οἱ δὲ εἶπαν, ἀκουσόμεθά σου περὶ τούτου καὶ πάλιν. 32 Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν, οἱ μὲν ἐχλεύαζον·
οἱ δὲ εἶπον, ἀκουσόμεθά σου πάλιν περὶ τούτου.
Now when they heard of the resurrection of the dead, some began to sneer, but others said, “We shall hear you again concerning this.” And when they heard of the resurrection of the dead, some mocked: and others said, We will hear you again of this matter.
17:33 οὕτως Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν. 33 καὶ οὕτως Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν.
So Paul went out of their midst. So Paul departed from among them.
17:34 τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ ἐπίστευσαν, ἐν οἷς καὶ Διονύσιος Ἀρεοπαγίτης καὶ γυνὴ ὀνόματι Δάμαρις καὶ ἕτεροι σὺν αὐτοῖς. 34 τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ ἐπίστευσαν·
ἐν οἷς καὶ Διονύσιος Ἀρεοπαγίτης, καὶ γυνὴ ὀνόματι Δάμαρις, καὶ ἕτεροι σὺν αὐτοῖς.
But some men joined him and believed, among whom also were Dionysius the Areopagite and a woman named Damaris and others with them. Howbeit certain men clave unto him, and believed: among the which was Dionysius the Areopagite, and a woman named Damaris, and others with them.



← PreviousNext →

Prepared by John Barach