The Acts of the Apostles parallel Greek texts

πραξεις αποστολων

Chapter 25



NASTextRec
25:1 Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχείᾳ μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ Καισαρείας, 1 Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχίᾳ, μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ Καισαρείας.
Festus then, having arrived in the province, three days later went up to Jerusalem from Caesarea. Now when Festus was come into the province, after three days he ascended from Caesarea to Jerusalem.
25:2 ἐνεφάνισάν τε αὐτῷ οἱ ἀρχιερεῖς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου καὶ παρεκάλουν αὐτὸν 2 ἐνεφάνισαν δὲ αὐτῷ οἱ ἀρχιερεὺς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου, καὶ παρεκάλουν αὐτόν,
And the chief priests and the leading men of the Jews brought charges against Paul, and they were urging him, Then the high priest and the chief of the Jews informed him against Paul, and besought him,
25:3 αἰτούμενοι χάριν κατ᾿ αὐτοῦ ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἰερουσαλήμ, ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν. 3 αἰτούμενοι χάριν κατ᾿ αὐτοῦ, ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἰερουσαλήμ, ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν.
requesting a concession against Paul, that he might have him brought to Jerusalem (at the same time, setting an ambush to kill him on the way). And desired favour against him, that he would send for him to Jerusalem, laying wait in the way to kill him.
25:4  μὲν οὖν Φῆστος ἀπεκρίθη τηρεῖσθαι τὸν Παῦλον εἰς Καισάρειαν, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι· 4  μὲν οὖν Φῆστος ἀπεκρίθη, τηρεῖσθαι τὸν Παῦλον ἐν Καισαρείᾳ, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι.
Festus then answered that Paul was being kept in custody at Caesarea and that he himself was about to leave shortly. But Festus answered, that Paul should be kept at Caesarea, and that he himself would depart shortly thither.
25:5 οἱ οὖν ἐν ὑμῖν, φησίν, δυνατοὶ συγκαταβάντες εἴ τί ἐστιν ἐν τῷ ἀνδρὶ ἄτοπον κατηγορείτωσαν αὐτοῦ. 5 οἱ οὖν δυνατοὶ ἐν ὑμῖν, φησί, συγκαταβάντες, εἴ τί ἐστὶν ἐν τῷ ἀνδρὶ τούτῳ, κατηγορείτωσαν αὐτοῦ.
“Therefore,” he said, “let the influential men among you go there with me, and if there is anything wrong about the man, let them prosecute him.” Let them therefore, said he, which among you are able, go down with me, and accuse this man, if there be any wickedness in him.
25:6 Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας οὐ πλείους ὀκτὼ δέκα, καταβὰς εἰς Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσεν τὸν Παῦλον ἀχθῆναι. 6 Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας πλείους δέκα, καταβὰς εἰς Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσε τὸν Παῦλον ἀχθῆναι.
After he had spent not more than eight or ten days among them, he went down to Caesarea, and on the next day he took his seat on the tribunal and ordered Paul to be brought. And when he had tarried among them more than ten days, he went down unto Caesarea; and the next day sitting on the judgment seat commanded Paul to be brought.
25:7 παραγενομένου δὲ αὐτοῦ περιέστησαν αὐτὸν οἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι πολλὰ καὶ βαρέα αἰτιώματα καταφέροντες οὐκ ἴσχυον ἀποδεῖξαι, 7 παραγενομένου δὲ αὐτοῦ, περιέστησαν οἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι, πολλὰ καὶ βαρέα αἰτιάματα φέροντες κατὰ τοῦ Παῦλου, οὐκ ἴσχυον ἀποδεῖξαι,
After Paul arrived, the Jews who had come down from Jerusalem stood around him, bringing many and serious charges against him which they could not prove, And when he was come, the Jews which came down from Jerusalem stood round about, and laid many and grievous complaints against Paul, which they could not prove.
25:8 τοῦ Παύλου ἀπολογουμένου ὅτι οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων οὔτε εἰς τὸ ἱερὸν οὔτε εἰς Καίσαρά τι ἥμαρτον. 8 ἀπολογουμένου αὐτοῦ, ὅτι οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων, οὔτε εἰς τὸ ἱερόν, οὔτε εἰς Καίσαρά τι ἥμαρτον.
while Paul said in his own defense, “I have committed no offence either against the Law of the Jews or against the temple or against Caesar.” While he answered for himself, Neither against the law of the Jews, neither against the temple, nor yet against Caesar, have I offended any thing at all.
25:9  Φῆστος δὲ θέλων τοῖς Ἰουδαίοις χάριν καταθέσθαι ἀποκριθεὶς τῷ Παύλῳ εἶπεν, θέλεις εἰς Ἱεροσόλυμα ἀναβὰς ἐκεῖ περὶ τούτων κριθῆναι ἐπ᾿ ἐμοῦ; 9  Φῆστος δὲ τοῖς Ἰουδαίοις θέλων χάριν καταθέσθαι, ἀποκριθεὶς τῷ Παύλῳ εἶπε, θέλεις εἰς Ἱεροσόλυμα ἀναβάς, ἐκεῖ περὶ τούτων κρίνεσθαι ἐπ᾿ ἐμοῦ;
But Festus, wishing to do the Jews a favour, answered Paul and said, “Are you willing to go up to Jerusalem and stand trial before me on these charges?” But Festus, willing to do the Jews a pleasure, answered Paul, and said, Wilt you go up to Jerusalem, and there be judged of these things before me?
25:10 εἶπεν δὲ Παῦλος, ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι.
Ἰουδαίους οὐδὲν ἠδίκησα ὡς καὶ σὺ κάλλιον ἐπίγινώσκεις.
10 εἶπε δὲ Παῦλος, ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι.
Ἰουδαίους οὐδὲν ἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπίγινώσκεις·
But Paul said, “I am standing before Caesar's tribunal, where I ought to be tried. I have done no wrong to the Jews, as you also very well know. Then said Paul, I stand at Caesar's judgment seat, where I ought to be judged: to the Jews have I done no wrong, as you very well knowest.
25:11 εἰ ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν·
εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσίν μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι·
Καίσαρα ἐπικαλοῦμαι.
11 εἰ μὲν γὰρ ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν·
εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι, κατηγοροῦσί μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι.
Καίσαρα ἐπικαλοῦμαι.
So then, if I am a wrongdoer and have committed anything worthy of death, I don’t refuse to die; but if none of those things is true of which these men accuse me, no one can hand me over to them. I appeal to Caesar.” For if I be an offender, or have committed any thing worthy of death, I refuse not to die: but if there be none of these things whereof these accuse me, no man may deliver me unto them. I appeal unto Caesar.
25:12 τότε Φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη, Καίσαρα ἐπικέκλησαι, ἐπὶ Καίσαρα πορεύσῃ. 12 τότε Φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου, ἀπεκρίθη, Καίσαρα ἐπικέκλησαι, ἐπὶ Καίσαρα πορεύσῃ.
Then when Festus had conferred with his council, he answered, “You have appealed to Caesar, to Caesar you shall go.” Then Festus, when he had conferred with the council, answered, Hast you appealed unto Caesar? unto Caesar shall you go.
25:13 Ἡμερῶν δὲ διαγενομένων τινῶν Ἀγρίππας βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν ἀσπασάμενοι τὸν Φῆστον. 13 Ἡμερῶν δὲ διαγενομένων τινῶν, Ἀγρίππας βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν ἀσπασόμενοι τὸν Φῆστον.
Now when several days had elapsed, King Agrippa and Bernice arrived at Caesarea and paid their respects to Festus. And after certain days king Agrippa and Bernice came unto Caesarea to salute Festus.
25:14 ὡς δὲ πλείους ἡμέρας διέτριβον ἐκεῖ, Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον λέγων, ἀνήρ τίς ἐστιν καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος, 14 ὡς δὲ πλείους ἡμέρας διέτριβον ἐκεῖ, Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον λέγων, ἀνήρ τίς ἐστὶ καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος,
While they were spending many days there, Festus laid Paul's case before the king, saying, “There is a man who was left as a prisoner by Felix; And when they had been there many days, Festus declared Paul's cause unto the king, saying, There is a certain man left in bonds by Felix:
25:15 περὶ οὗ γενομένου μου εἰς Ἱεροσόλυμα ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων αἰτούμενοι κατ᾿ αὐτοῦ καταδίκην. 15 περὶ οὗ, γενομένου μου εἰς Ἱεροσόλυμα, ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατ᾿ αὐτοῦ δίκην·
and when I was at Jerusalem, the chief priests and the elders of the Jews brought charges against him, asking for a sentence of condemnation against him. About whom, when I was at Jerusalem, the chief priests and the elders of the Jews informed me, desiring to have judgment against him.
25:16 πρὸς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον πρὶν κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος. 16 πρὸς οὓς ἀπεκρίθην, ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον εἰς ἀπώλειαν, πρὶν κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους, τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος.
I answered them that it is not the custom of the Romans to hand over any man before the accused meets his accusers face to face and has an opportunity to make his defense against the charges. To whom I answered, It is not the manner of the Romans to deliver any man to die, before that he which is accused have the accusers face to face, and have licence to answer for himself concerning the crime laid against him.
25:17 συνελθόντων οὖν [αὐτῶν] ἐνθάδε ἀναβολὴν μηδεμίαν ποιησάμενος τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα· 17 συνελθόντων οὖν αὐτῶν ἐνθάδε, ἀναβολὴν μηδεμίαν ποιησάμενος, τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα·
So after they had assembled here, I didn’t delay, but on the next day took my seat on the tribunal and ordered the man to be brought before me. Therefore, when they were come hither, without any delay on the morrow I sat on the judgment seat, and commanded the man to be brought forth.
25:18 περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ἔφερον ὧν ἐγὼ ὑπενόουν πονηρῶν, 18 περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ἐπέφερον ὧν ὑπενόουν ἐγώ·
When the accusers stood up, they began bringing charges against him not of such crimes as I was expecting, Against whom when the accusers stood up, they brought none accusation of such things as I supposed:
25:19 ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν καὶ περὶ τινος Ἰησοῦ τεθνηκότος ὃν ἔφασκεν Παῦλος ζῆν. 19 ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτόν, καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν Παῦλος ζῆν.
but they simply had some points of disagreement with him about their own religion and about a dead man, Jesus, whom Paul asserted to be alive. But had certain questions against him of their own superstition, and of one Jesus, which was dead, whom Paul affirmed to be alive.
25:20 ἀπορούμενος δὲ ἐγὼ τὴν περὶ τούτων ζήτησιν ἔλεγον εἰ βούλοιτο πορεύεσθαι εἰς Ἱεροσόλυμα κἀκεῖ κρίνεσθαι περὶ τούτων. 20 ἀπορούμενος δὲ ἐγὼ εἰς τὴν περὶ τούτου ζήτησιν, ἔλεγον, εἰ βούλοιτο πορεύεσθαι εἰς Ἰερουσαλήμ, κἀκεῖ κρίνεσθαι περὶ τούτων.
Being at a loss how to investigate such matters, I asked whether he was willing to go to Jerusalem and there stand trial on these matters. And because I doubted of such manner of questions, I asked him whether he would go to Jerusalem, and there be judged of these matters.
25:21 τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτὸν ἕως οὗ ἀναπέμψω αὐτὸν πρὸς Καίσαρα. 21 τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτόν, ἕως οὗ πέμψω αὐτὸν πρὸς Καίσαρα.
But when Paul appealed to be held in custody for the Emperor's decision, I ordered him to be kept in custody until I send him to Caesar.” But when Paul had appealed to be reserved unto the hearing of Augustus, I commanded him to be kept till I might send him to Caesar.
25:22 Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον, ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι.
αὔριον, φησίν, ἀκούσῃ αὐτοῦ.
22 Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον ἔφη, ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι.
δέ, αὔριον, φησίν, ἀκούσῃ αὐτοῦ.
Then Agrippa said to Festus, “I also would like to hear the man myself.” “Tomorrow,” he said, “you shall hear him.” Then Agrippa said unto Festus, I would also hear the man myself. To morrow, said he, you shall hear him.
25:23 Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον σύν τε χιλιάρχοις καὶ ἀνδράσιν τοῖς κατ᾿ ἐξοχὴν τῆς πόλεως καὶ κελεύσαντος τοῦ Φῆστου ἤχθη Παῦλος. 23 Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας, καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον, σύν τε τοῖς χιλιάρχοις καὶ ἀνδράσι τοῖς κατ᾿ ἐξοχὴν οὖσι τῆς πόλεως, καὶ κελεύσαντος τοῦ Φῆστου, ἤχθη Παῦλος.
So, on the next day when Agrippa came together with Bernice amid great pomp, and entered the auditorium accompanied by the commanders and the prominent men of the city, at the command of Festus, Paul was brought in. And on the morrow, when Agrippa was come, and Bernice, with great pomp, and was entered into the place of hearing, with the chief captains, and principal men of the city, at Festus' commandment Paul was brought forth.
25:24 καί φησιν Φῆστος, Ἀγρίππα βασιλεῦ καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον περὶ οὗ ἅπαν τὸ πλῆθος τῶν Ἰουδαίων ἐνέτυχόν μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε βοῶντες μὴ δεῖν αὐτὸν ζῆν μηκέτι. 24 καί φησιν Φῆστος, Ἀγρίππα βασιλεῦ, καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον περὶ οὗ πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων ἐνέτυχόν μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, ἐπιβοῶντες μὴ δεῖν ζῆν αὐτὸν μηκέτι.
Festus said, “King Agrippa, and all you gentlemen here present with us, you see this man about whom all the people of the Jews appealed to me, both at Jerusalem and here, loudly declaring that he ought not to live any longer. And Festus said, King Agrippa, and all men which are here present with us, you see this man, about whom all the multitude of the Jews have dealt with me, both at Jerusalem, and also here, crying that he ought not to live any longer.
25:25 ἐγὼ δὲ κατελαβόμην μηδὲν ἄξιον αὐτὸν θανάτου πεπραχέναι αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστὸν ἔκρινα πέμπειν. 25 ἐγὼ δὲ καταλαβόμενος μηδὲν ἄξιον θανάτου αὐτὸν πεπραχέναι, καὶ αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστόν, ἔκρινα πέμπειν αὐτόν.
But I found that he had committed nothing worthy of death; and since he himself appealed to the Emperor, I decided to send him. But when I found that he had committed nothing worthy of death, and that he himself has appealed to Augustus, I have determined to send him.
25:26 περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω, διὸ προήγαγον αὐτὸν ἐφ᾿ ὑμῶν καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶ τί γράψω· 26 περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω·
διὸ προήγαγον αὐτὸν ἐφ᾿ ὑμῶν, καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶ τι γράψω.
Yet I have nothing definite about him to write to my lord. Therefore I have brought him before you all and especially before you, King Agrippa, so that after the investigation has taken place, I may have something to write. Of whom I have no certain thing to write unto my lord. Wherefore I have brought him forth before you, and specially before you, Oh king Agrippa, that, after examination had, I might have somewhat to write.
25:27 ἄλογον γάρ μοι δοκεῖ πέμποντα δέσμιον μὴ καὶ τὰς κατ᾿ αὐτοῦ αἰτίας σημᾶναι. 27 ἄλογον γάρ μοι δοκεῖ, πέμποντα δέσμιον, μὴ καὶ τὰς κατ᾿ αὐτοῦ αἰτίας σημᾶναι.
For it seems absurd to me in sending a prisoner, not to indicate also the charges against him.” For it seemeth to me unreasonable to send a prisoner, and not withal to signify the crimes laid against him.



← PreviousNext →

Prepared by John Barach