The Epistle to the Hebrews parallel Greek texts

προς εβραιους

Chapter 3



NASTextRec
3:1 Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, 1 Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Χριστὸν Ἰησοῦν·
Therefore, holy brothers, partakers of a heavenly calling, consider Jesus, the Apostle and High Priest of our confession; Therefore, holy brothers, partakers of a heavenly calling, consider Christ Jesus, the Apostle and High Priest of our confession;
3:2 πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν ὡς καὶ Μωϋσῆς ἐν [ὅλῳ] τῷ οἴκῳ αὐτοῦ. 2 πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν, ὡς καὶ Μωσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ.
He was faithful to him who appointed him, as was Mōsēs also in [all] his house. He was faithful to him who appointed him, as was Mōsēs also in all his house.
3:3 πλείονος γὰρ οὗτος δόξης παρὰ Μωϋσῆν ἠξίωται, καθ᾿ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου κατασκευάσας αὐτόν· 3 πλείονος γὰρ δόξης οὗτος παρὰ Μωσῆν ἠξίωται, καθ᾿ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου κατασκευάσας αὐτόν·
For he has been considered worthy of more glory than Mōysēs, by just so much as the builder of it has more honour than the house. For he has been considered worthy of more glory than Mōsēs, by just so much as the builder of it has more honour than the house.
3:4 πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπὸ τινος, δὲ πάντα κατασκευάσας θεός. 4 πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπὸ τινος·
δὲ πάντα κατασκευάσας, θεός.
For every house is built by someone, but God is the builder of everything. For every house is built by someone, but God is the builder of everything.
3:5 καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων, 5 καὶ Μωσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, ὡς θεράπων, εἰς μαρτύριον τῶν λαληθησομένων·
Now Mōsēs was faithful in all his house as a servant, for a testimony of those things which will be spoken; Now Mōsēs was faithful in all his house as a servant, for a testimony of those things which will be spoken;
3:6 Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ·
οὗ οἶκός ἐσμεν ἡμεῖς, ἐὰν τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος κατάσχωμεν.
6 Χριστὸς δέ, ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς, ἐάνπερ τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος μέχρι τέλους βεβαίαν κατάσχωμεν.
but Christ as a Son over his house; whose house we are, if we hold secure our confidence and the boast of our hope. but Christ as a Son over his house; whose house we are, if we hold secure our confidence indeed and the boast of our hope firm until the end.
3:7 Διό, καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, 7 Διό, καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,
Therefore, just as the Holy Spirit says, “Today if you hear his voice, Therefore, just as the Holy Spirit says, “Today if you hear his voice,
3:8 μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, 8 μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ,
Don’t harden your hearts as in the rebellion in the day of trial in the wilderness, Don’t harden your hearts as in the rebellion in the day of trial in the wilderness,
3:9 οὗ ἐπείρασαν οἱ πατέρες ὑμῶν ἐν δοκιμασίᾳ καὶ εἶδον τὰ ἔργα μου 9 οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με, καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη·
Where your fathers tried me by testing me, and saw my works Where your fathers tried me by testing me, and saw my works for 40 years;
3:10 τεσσεράκοντα ἔτη·
διὸ προσώχθισα τῇ γενεᾷ ταύτῃ καὶ εἶπον.
Ἀεὶ πλανῶνται τῇ καρδίᾳ αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου,
10 διὸ προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, καὶ εἶπον, Ἀεὶ πλανῶνται τῇ καρδίᾳ·
αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου·
for 40 years; therefore I was angry with this generation, And said, ‘They always go astray in their heart, and they didn’t know my ways’; therefore I was angry with that generation, And said, ‘They always go astray in their heart, and they didn’t know my ways’;
3:11 ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου·
Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσιν μου.
11 ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.
As I swore in my wrath, ‘They shall not enter my rest.’[1] As I swore in my wrath, ‘They shall not enter my rest.’[1]
3:12 Βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος, 12 Βλέπετε, ἀδελφοί, μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας, ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος·
Be careful, brothers, lest there be in any one of you an evil, unbelieving heart that falls away from the living God. Be careful, brothers, lest there be in any one of you an evil, unbelieving heart that falls away from the living God.
3:13 ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ᾿ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ Σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας 13 ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ᾿ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας·
But encourage one another day by day, as long as it is still called “Today,” so that none of you will be hardened by the deceitfulness of sin. But encourage one another day by day, as long as it is still called “Today,” so that none of you will be hardened by the deceitfulness of sin.
3:14 μέτοχοι γὰρ τοῦ Χριστοῦ γεγόναμεν, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν 14 μέτοχοι γὰρ γεγόναμεν τοῦ Χριστοῦ, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν·
For we have become partakers of Christ, if we hold securely the beginning of our assurance firm until the end, For we have become partakers of Christ, if we hold securely the beginning of our assurance firm until the end,
3:15 ἐν τῷ λέγεσθαι, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ. 15 ἐν τῷ λέγεσθαι, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ.
while it is said, “Today if you hear his voice, don’t harden your hearts, as in the rebellion.”[2] while it is said, “Today if you hear his voice, don’t harden your hearts, as in the rebellion.”[2]
3:16 τίνες γὰρ ἀκούσαντες παρεπίκραναν;
ἀλλ᾿ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως;
16 τινὲς γὰρ ἀκούσαντες παρεπίκραναν, ἀλλ᾿ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωσέως.
For didn't they provoke him after they had heard? But were not all those who came out of Egypt led by Mōyseōs? For they provoked him after hearing. But not all those who came out of Egypt were led by Mōseōs.
3:17 τίσιν δὲ προσώχθισεν τεσσεράκοντα ἔτη;
οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ;
17 τίσι δὲ προσώχθισε τεσσαράκοντα ἔτη;
οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ;
And with whom was he angry for 40 years? Was it not with those who sinned, whose corpses fell in the wilderness? And with whom was he angry for 40 years? Was it not with those who sinned, whose corpses fell in the wilderness?
3:18 τίσιν δὲ ὤμοσεν, μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ εἰ μὴ τοῖς ἀπειθήσασιν; 18 τίσι δὲ ὤμοσε, μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασι;
And to whom did he swear that they would not enter his rest, but to those who were disobedient? And to whom did he swear that they would not enter his rest, but to those who were disobedient?
3:19 καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι᾿ ἀπιστίαν. 19 καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι᾿ ἀπιστίαν.
So we see that they were not able to enter because of unbelief. So we see that they were not able to enter because of unbelief.


[1] Ps 95:7-11

[2] Ps 95:7-8



← PreviousNext →

Prepared by John Barach