Chapter 2
| NAS | TextRec |
|---|---|
| 2:1 καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασιν καὶ ταῖς ἁμαρτίαις ὑμῶν, | 1 καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις, |
| And you were dead in your trespasses and sins, | And you hath he quickened, who were dead in trespasses and sins; |
| 2:2 ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας· | 2 ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας· |
| in which you formerly walked according to the course of this world, according to the prince of the power of the air, of the spirit that is now working in the sons of disobedience. | Wherein in time past ye walked according to the course of this world, according to the prince of the power of the air, the spirit that now worketh in the children of disobedience: |
| 2:3 ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἤμεθα τέκνα φύσει ὀργῆς ὡς καὶ οἱ λοιποί· | 3 ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί· |
| Among them we too all formerly lived in the lusts of our flesh, indulging the desires of the flesh and of the mind, and were by nature children of wrath, even as the rest. | Among whom also we all had our conversation in times past in the lusts of our flesh, fulfilling the desires of the flesh and of the mind; and were by nature the children of wrath, even as others. |
| 2:4 ὁ δὲ θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, | 4 ὁ δὲ θεός, πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, |
| But God, being rich in mercy, because of his great love with which he loved us, | But God, who is rich in mercy, for his great love wherewith he loved us, |
| 2:5 καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν συνεζωοποίησεν τῷ Χριστῷ,— χάριτί ἐστε σεσῳσμένοι — |
5 καὶ
ὄντας
ἡμᾶς
νεκροὺς
τοῖς
παραπτώμασι
συνεζωοποίησε
τῷ
Χριστῷ· — χάριτί ἐστε σεσωσμένοι· — |
| even when we were dead in our transgressions, made us alive together with Christ (by grace you have been saved), | Even when we were dead in sins, hath quickened us together with Christ, (by grace ye are saved;) |
| 2:6 καὶ συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, | 6 καὶ συνήγειρε, καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ· |
| and raised us up with him, and seated us with him in the heavenly places in Christ Jesus, | And hath raised us up together, and made us sit together in heavenly places in Christ Jesus: |
| 2:7 ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις τὸ ὑπερβάλλον πλοῦτος τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ᾿ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ. | 7 ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ᾿ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ· |
| so that in the ages to come he might show the surpassing riches of his grace in kindness toward us in Christ Jesus. | That in the ages to come he might shew the exceeding riches of his grace in his kindness toward us through Christ Jesus. |
|
2:8 τῇ
γὰρ
χάριτί
ἐστε
σεσῳσμένοι
διὰ
πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, θεοῦ τὸ δῶρον· |
8 τῇ
γὰρ
χάριτί
ἐστε
σεσωσμένοι
διὰ
τῆς
πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, θεοῦ τὸ δῶρον· |
| For by grace you have been saved through faith; and that not of yourselves, it is the gift of God; | For by grace are ye saved through faith; and that not of yourselves: it is the gift of God: |
| 2:9 οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. | 9 οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. |
| not as a result of works, so that no one may boast. | Not of works, lest any man should boast. |
| 2:10 αὐτοῦ γὰρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς οἷς προητοίμασεν ὁ θεός, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν. | 10 αὐτοῦ γὰρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ θεός, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν. |
| For we are his workmanship, created in Christ Jesus for good works, which God prepared beforehand so that we would walk in them. | For we are his workmanship, created in Christ Jesus unto good works, which God hath before ordained that we should walk in them. |
| 2:11 Διὸ μνημονεύετε ὅτι ποτὲ ὑμεῖς τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου, | 11 Διὸ μνημονεύετε, ὅτι ὑμεῖς ποτὲ τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου, |
| Therefore remember that formerly you, the Gentiles in the flesh, who are called “Uncircumcision” by the so-called “Circumcision,” which is performed in the flesh by human hands— | Wherefore remember, that ye being in time past Gentiles in the flesh, who are called Uncircumcision by that which is called the Circumcision in the flesh made by hands; |
| 2:12 ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ. | 12 ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραήλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ· |
| remember that you were at that time separate from Christ, excluded from the commonwealth of Israēl, and strangers to the covenants of promise, having no hope and without God in the world. | That at that time ye were without Christ, being aliens from the commonwealth of Israēl, and strangers from the covenants of promise, having no hope, and without God in the world: |
| 2:13 νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἵ ποτε ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ. | 13 νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ, ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν ἐγγὺς ἐγενήθητε ἐν τῷ αἵματι τοῦ Χριστοῦ. |
| But now in Christ Jesus you who formerly were far off have been brought near by the blood of Christ. | But now in Christ Jesus ye who sometimes were far off are made nigh by the blood of Christ. |
| 2:14 αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, | 14 αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας· |
| For he himself is our peace, who made both groups into one and broke down the barrier of the dividing wall, | For he is our peace, who hath made both one, and hath broken down the middle wall of partition between us; |
| 2:15 τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν αὐτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην |
15 τὴν
ἔχθραν
ἐν
τῇ
σαρκὶ
αὐτοῦ,
τὸν
νόμον
τῶν
ἐντολῶν
ἐν
δόγμασι
καταργήσας· ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην· |
| by abolishing in his flesh the enmity, which is the Law of commandments contained in ordinances, so that in himself he might make the two into one new man, thus establishing peace, | Having abolished in his flesh the enmity, even the law of commandments contained in ordinances; for to make in himself of twain one new man, so making peace; |
| 2:16 καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ. | 16 καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ· |
| and might reconcile them both in one body to God through the cross, by it having put to death the enmity. | And that he might reconcile both unto God in one body by the cross, having slain the enmity thereby: |
| 2:17 καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ εἰρήνην τοῖς ἐγγύς· | 17 καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς, |
| And he came and preached peace to you who were far away, and peace to those who were near; | And came and preached peace to you which were afar off, and to them that were nigh. |
| 2:18 ὅτι δι᾿ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα. | 18 ὅτι δι᾿ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα. |
| for through him we both have our access in one Spirit to the Father. | For through him we both have access by one Spirit unto the Father. |
| 2:19 ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι ἀλλὰ ἐστὲ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ, | 19 ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ, |
| So then you are no longer strangers and aliens, but you are fellow citizens with the saints, and are of God's household, | Now therefore ye are no more strangers and foreigners, but fellowcitizens with the saints, and of the household of God; |
| 2:20 ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ, | 20 ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ, |
| having been built on the foundation of the apostles and prophets, Christ Jesus himself being the corner stone, | And are built upon the foundation of the apostles and prophets, Jesus Christ himself being the chief corner stone; |
| 2:21 ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν κυρίῳ, | 21 ἐν ᾧ πᾶσα ἡ οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν κυρίῳ, |
| in whom the whole building, being fitted together, is growing into a holy temple in the Lord, | In whom all the building fitly framed together groweth unto an holy temple in the Lord: |
| 2:22 ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ ἐν πνεύματι. | 22 ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ ἐν πνεύματι. |
| in whom you also are being built together into a dwelling of God in the Spirit. | In whom ye also are builded together for an habitation of God through the Spirit. |
Chapter 3
| NAS | TextRec |
|---|---|
| 3:1 Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ Χριστοῦ [Ἰησοῦ] ὑπὲρ ὑμῶν τῶν ἐθνῶν— |
1 Τούτου
χάριν
ἐγὼ
Παῦλος
ὁ
δέσμιος
τοῦ
Χριστοῦ
Ἰησοῦ
ὑπὲρ
ὑμῶν
τῶν
ἐθνῶν· — |
| For this reason I, Paul, the prisoner of Christ Jesus for the sake of you Gentiles— | For this cause I Paul, the prisoner of Jesus Christ for you Gentiles, |
| 3:2 εἴ γε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς, | 2 εἴγε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς, |
| if indeed you have heard of the stewardship of God's grace which was given to me for you; | If ye have heard of the dispensation of the grace of God which is given me to you-ward: |
| 3:3[ὅτι] κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, | 3 ὅτι κατὰ ἀποκάλυψιν ἐγνώρισέ μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, |
| that by revelation there was made known to me the mystery, as I wrote before in brief. | How that by revelation he made known unto me the mystery; (as I wrote afore in few words, |
| 3:4 πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ. | 4 πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ· |
| By referring to this, when you read you can understand my insight into the mystery of Christ, | Whereby, when ye read, ye may understand my knowledge in the mystery of Christ) |
| 3:5 ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι, | 5 ὃ ἐν ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι· |
| which in other generations was not made known to the sons of men, as it has now been revealed to his holy apostles and prophets in the Spirit; | Which in other ages was not made known unto the sons of men, as it is now revealed unto his holy apostles and prophets by the Spirit; |
| 3:6 εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας ἐν Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου, | 6 εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας αὐτοῦ ἐν τῷ Χριστῷ, διὰ τοῦ εὐαγγελίου, |
| to be specific, that the Gentiles are fellow heirs and fellow members of the body, and fellow partakers of the promise in Christ Jesus through the gospel, | That the Gentiles should be fellowheirs, and of the same body, and partakers of his promise in Christ by the gospel: |
| 3:7 οὗ ἐγενήθην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ. | 7 οὗ ἐγενόμην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ, τὴν δοθεῖσάν μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ· |
| of which I was made a minister, according to the gift of God's grace which was given to me according to the working of his power. | Whereof I was made a minister, according to the gift of the grace of God given unto me by the effectual working of his power. |
| 3:8 ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη, τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸ ἀνεξιχνίαστον πλοῦτος τοῦ Χριστοῦ | 8 ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων τῶν ἁγίων ἐδόθη ἡ χάρις αὕτη, ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ, |
| To me, the very least of all saints, this grace was given, to preach to the Gentiles the unfathomable riches of Christ, | Unto me, who am less than the least of all saints, is this grace given, that I should preach among the Gentiles the unsearchable riches of Christ; |
| 3:9 καὶ φωτίσαι [πάντας] τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ τῷ τὰ πάντα κτίσαντι, | 9 καὶ φωτίσαι πάντας τίς ἡ κοινωνία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ, |
| and to bring to light what is the administration of the mystery which for ages has been hidden in God who created all things; | And to make all men see what is the fellowship of the mystery, which from the beginning of the world hath been hid in God, who created all things by Jesus Christ: |
| 3:10 ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ, | 10 ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ, |
| so that the manifold wisdom of God might now be made known through the church to the rulers and the authorities in the heavenly places. | To the intent that now unto the principalities and powers in heavenly places might be known by the church the manifold wisdom of God, |
| 3:11 κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν τῷ Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, | 11 κατὰ πρόθεσιν τῶν αἰώνων, ἣν ἐποίησεν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, |
| This was in accordance with the eternal purpose which he carried out in Christ Jesus our Lord, | According to the eternal purpose which he purposed in Christ Jesus our Lord: |
| 3:12 ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ | 12 ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ. |
| in whom we have boldness and confident access through faith in him. | In whom we have boldness and access with confidence by the faith of him. |
| 3:13 διὸ αἰτοῦμαι μὴ ἐγκακεῖν ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶν δόξα ὑμῶν. | 13 διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶ δόξα ὑμῶν. |
| Therefore I ask you not to lose heart at my tribulations on your behalf, for they are your glory. | Wherefore I desire that ye faint not at my tribulations for you, which is your glory. |
| 3:14 Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα, | 14 Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, |
| For this reason I bow my knees before the Father, | For this cause I bow my knees unto the Father of our Lord Jesus Christ, |
| 3:15 ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, | 15 ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, |
| from whom every family in heaven and on earth derives its name, | Of whom the whole family in heaven and earth is named, |
| 3:16 ἵνα δῷ ὑμῖν κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, | 16 ἵνα δῴη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, |
| that he would grant you, according to the riches of his glory, to be strengthened with power through his Spirit in the inner man, | That he would grant you, according to the riches of his glory, to be strengthened with might by his Spirit in the inner man; |
| 3:17 κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν, ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι, |
17 κατοικῆσαι
τὸν
Χριστὸν
διὰ
τῆς
πίστεως
ἐν
ταῖς
καρδίαις
ὑμῶν· ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι |
| so that Christ may dwell in your hearts through faith; and that you, being rooted and grounded in love, | That Christ may dwell in your hearts by faith; that ye, being rooted and grounded in love, |
| 3:18 ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ ὕψος καὶ βάθος, | 18 ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος, |
| may be able to comprehend with all the saints what is the breadth and length and height and depth, | May be able to comprehend with all saints what is the breadth, and length, and depth, and height; |
| 3:19 γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ. | 19 γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ. |
| and to know the love of Christ which surpasses knowledge, that you may be filled up to all the fullness of God. | And to know the love of Christ, which passeth knowledge, that ye might be filled with all the fulness of God. |
| 3:20 Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν, | 20 Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπὲρ ἐκ περισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν, κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν, |
| Now to him who is able to do far more abundantly beyond all that we ask or think, according to the power that works within us, | Now unto him that is able to do exceeding abundantly above all that we ask or think, according to the power that worketh in us, |
| 3:21 αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ καὶ ἐν Χριστῷ Ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων, ἀμήν. |
21 αὐτῷ
ἡ
δόξα
ἐν
τῇ
ἐκκλησίᾳ
ἐν
Χριστῷ
Ἰησοῦ,
εἰς
πάσας
τὰς
γενεὰς
τοῦ
αἰῶνος
τῶν
αἰώνων. ἀμήν. |
| to him be the glory in the church and in Christ Jesus to all generations forever and ever. Amēn. | Unto him be glory in the church by Christ Jesus throughout all ages, world without end. Amēn. |
Chapter 4
| NAS | TextRec |
|---|---|
| 4:1 Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν κυρίῳ ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε, | 1 Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε, |
| Therefore I, the prisoner of the Lord, implore you to walk in a manner worthy of the calling with which you have been called, | I therefore, the prisoner of the Lord, beseech you that ye walk worthy of the vocation wherewith ye are called, |
| 4:2 μετὰ πάσης ταπεινοφροσύνης καὶ πραΰτητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, | 2 μετὰ πάσης ταπεινοφροσύνης καὶ πρᾳότητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, |
| with all humility and gentleness, with patience, showing tolerance for one another in love, | With all lowliness and meekness, with longsuffering, forbearing one another in love; |
| 4:3 σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης· | 3 σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης. |
| being diligent to preserve the unity of the Spirit in the bond of peace. | Endeavouring to keep the unity of the Spirit in the bond of peace. |
| 4:4 ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν· | 4 ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν· |
| There is one body and one Spirit, just as also you were called in one hope of your calling; | There is one body, and one Spirit, even as ye are called in one hope of your calling; |
| 4:5 εἷς κύριος, μία πίστις, ἓν βάπτισμα, | 5 εἷς κύριος, μία πίστις, ἓν βάπτισμα· |
| one Lord, one faith, one baptism, | One Lord, one faith, one baptism, |
| 4:6 εἷς θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν. | 6 εἷς θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν ὑμῖν. |
| one God and Father of all who is over all and through all and in all. | One God and Father of all, who is above all, and through all, and in you all. |
| 4:7 Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. | 7 Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. |
| But to each one of us grace was given according to the measure of Christ's gift. | But unto every one of us is given grace according to the measure of the gift of Christ. |
| 4:8 διὸ λέγει, ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔδωκεν δόματα τοῖς ἀνθρώποις. | 8 διὸ λέγει, ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, καὶ ἔδωκε δόματα τοῖς ἀνθρώποις. |
| Therefore it says, “When he ascended on high, he led captive a host of captives, And he gave gifts to men.” | Wherefore he saith, When he ascended up on high, he led captivity captive, and gave gifts unto men. |
| 4:9 τὸ δὲ Ἀνέβη τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη εἰς τὰ κατώτερα [μέρη] τῆς γῆς; | 9 τὸ δέ, Ἀνέβη, τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; |
| (Now this expression, “He ascended,” what does it mean except that he also had descended into the lower parts of the earth? | (Now that he ascended, what is it but that he also descended first into the lower parts of the earth? |
| 4:10 ὁ καταβὰς αὐτὸς ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. | 10 ὁ καταβάς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. |
| He who descended is himself also he who ascended far above all the heavens, so that he might fill all things.) | He that descended is the same also that ascended up far above all heavens, that he might fill all things.) |
| 4:11 καὶ αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, | 11 καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, |
| And he gave some as apostles, and some as prophets, and some as evangelists, and some as pastors and teachers, | And he gave some, apostles; and some, prophets; and some, evangelists; and some, pastors and teachers; |
| 4:12 πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, | 12 πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ· |
| for the equipping of the saints for the work of service, to the building up of the body of Christ; | For the perfecting of the saints, for the work of the ministry, for the edifying of the body of Christ: |
| 4:13 μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, | 13 μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ· |
| until we all attain to the unity of the faith, and of the knowledge of the Son of God, to a mature man, to the measure of the stature which belongs to the fullness of Christ. | Till we all come in the unity of the faith, and of the knowledge of the Son of God, unto a perfect man, unto the measure of the stature of the fulness of Christ: |
| 4:14 ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, | 14 ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης· |
| As a result, we are no longer to be children, tossed here and there by waves and carried about by every wind of doctrine, by the trickery of men, by craftiness in deceitful scheming; | That we henceforth be no more children, tossed to and fro, and carried about with every wind of doctrine, by the sleight of men, and cunning craftiness, whereby they lie in wait to deceive; |
| 4:15 ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλή, Χριστός, | 15 ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλή, ὁ Χριστός, |
| but speaking the truth in love, we are to grow up in all aspects into him who is the head, even Christ, | But speaking the truth in love, may grow up into him in all things, which is the head, even Christ: |
| 4:16 ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατ᾿ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ. | 16 ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας, κατ᾿ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους, τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ. |
| from whom the whole body, being fitted and held together by what every joint supplies, according to the proper working of each individual part, causes the growth of the body for the building up of itself in love. | From whom the whole body fitly joined together and compacted by that which every joint supplieth, according to the effectual working in the measure of every part, maketh increase of the body unto the edifying of itself in love. |
| 4:17 Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν, | 17 Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν, |
| So this I say, and affirm together with the Lord, that you walk no longer just as the Gentiles also walk, in the futility of their mind, | This I say therefore, and testify in the Lord, that ye henceforth walk not as other Gentiles walk, in the vanity of their mind, |
| 4:18 ἐσκοτωμένοι τῇ διανοίᾳ ὄντες, ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ θεοῦ διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν. | 18 ἐσκοτισμένοι τῇ διανοίᾳ, ὄντες, ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν· |
| being darkened in their understanding, excluded from the life of God because of the ignorance that is in them, because of the hardness of their heart; | Having the understanding darkened, being alienated from the life of God through the ignorance that is in them, because of the blindness of their heart: |
| 4:19 οἵτινες ἀπηλγηκότες ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ. | 19 οἵτινες ἀπηλγηκότες ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ· |
| and they, having become callous, have given themselves over to sensuality for the practice of every kind of impurity with greediness. | Who being past feeling have given themselves over unto lasciviousness, to work all uncleanness with greediness. |
| 4:20 ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστόν. | 20 ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστόν, |
| But you didn’t learn Christ in this way, | But ye have not so learned Christ; |
| 4:21 εἴ γε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ, | 21 εἴγε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ· |
| if indeed you have heard him and have been taught in him, just as truth is in Jesus, | If so be that ye have heard him, and have been taught by him, as the truth is in Jesus: |
| 4:22 ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, | 22 ἀποθέσθαι ὑμᾶς, κατὰ τὴν προτέραν ἀναστροφήν, τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· |
| that, in reference to your former manner of life, you lay aside the old self, which is being corrupted in accordance with the lusts of deceit, | That ye put off concerning the former conversation the old man, which is corrupt according to the deceitful lusts; |
| 4:23 ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν | 23 ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν, |
| and that you be renewed in the spirit of your mind, | And be renewed in the spirit of your mind; |
| 4:24 καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας. | 24 καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας. |
| and put on the new self, which in the likeness of God has been created in righteousness and holiness of the truth. | And that ye put on the new man, which after God is created in righteousness and true holiness. |
| 4:25 Διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ, ὅτι ἐσμὲν ἀλλήλων μέλη. |
25 Διὸ
ἀποθέμενοι
τὸ
ψεῦδος,
λαλεῖτε
ἀλήθειαν
ἕκαστος
μετὰ
τοῦ
πλησίον
αὐτοῦ· ὅτι ἐσμὲν ἀλλήλων μέλη. |
| Therefore, laying aside falsehood, speak truth each one of you with his neighbor, for we are members of one another. | Wherefore putting away lying, speak every man truth with his neighbour: for we are members one of another. |
|
4:26 ὀργίζεσθε
καὶ
μὴ
ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ [τῷ] παροργισμῷ ὑμῶν, |
26 ὀργίζεσθε
καὶ
μὴ
ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν, |
| Be angry, and yet don’t sin; don’t let the sun go down on your anger, | Be ye angry, and sin not: let not the sun go down upon your wrath: |
| 4:27 μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ. | 27 μήτε δίδοτε τόπον τῷ διαβόλῳ. |
| and don’t give the devil an opportunity. | Neither give place to the devil. |
| 4:28 ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος ταῖς [ἰδίαις] χερσὶν τὸ ἀγαθόν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. | 28 ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω, ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς χερσίν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. |
| He who steals must steal no longer; but rather he must labour, performing with his own hands what is good, so that he will have something to share with one who has need. | Let him that stole steal no more: but rather let him labour, working with his hands the thing which is good, that he may have to give to him that needeth. |
| 4:29 πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλὰ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν. | 29 πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλ᾿ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσι· |
| Let no unwholesome word proceed from your mouth, but only such a word as is good for edification according to the need of the moment, so that it will give grace to those who hear. | Let no corrupt communication proceed out of your mouth, but that which is good to the use of edifying, that it may minister grace unto the hearers. |
| 4:30 καὶ μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. | 30 καὶ μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. |
| Don’t grieve the Holy Spirit of God, by whom you were sealed for the day of redemption. | And grieve not the holy Spirit of God, whereby ye are sealed unto the day of redemption. |
| 4:31 πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ᾿ ὑμῶν σὺν πάσῃ κακίᾳ. | 31 πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ᾿ ὑμῶν, σὺν πάσῃ κακίᾳ· |
| Let all bitterness and wrath and anger and clamour and slander be put away from you, along with all malice. | Let all bitterness, and wrath, and anger, and clamour, and evil speaking, be put away from you, with all malice: |
| 4:32 γίνεσθε [δὲ] εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ θεὸς ἐν Χριστῷ ἐχαρίσατο ὑμῖν. | 32 γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ θεὸς ἐν Χριστῷ ἐχαρίσατο ὑμῖν. |
| Be kind to one another, tender-hearted, forgiving each other, just as God in Christ also has forgiven you. | And be ye kind one to another, tenderhearted, forgiving one another, even as God for Christ's sake hath forgiven you. |
Chapter 5
| NAS | TextRec |
|---|---|
| 5:1 Γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ ὡς τέκνα ἀγαπητὰ | 1 Γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά· |
| Therefore be imitators of God, as beloved children; | Be ye therefore followers of God, as dear children; |
| 5:2 καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ὑμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ὑμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας. | 2 καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας. |
| and walk in love, just as Christ also loved you and gave himself up for us, an offering and a sacrifice to God as a fragrant aroma. | And walk in love, as Christ also hath loved us, and hath given himself for us an offering and a sacrifice to God for a sweetsmelling savour. |
| 5:3 πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις, | 3 πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις· |
| But immorality or any impurity or greed must not even be named among you, as is proper among saints; | But fornication, and all uncleanness, or covetousness, let it not be once named among you, as becometh saints; |
| 5:4 καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία, ἃ οὐκ ἀνῆκεν, ἀλλὰ μᾶλλον εὐχαριστία. | 4 καὶ αἰσχρότης, καὶ μωρολογία ἢ εὐτραπελία, τὰ οὐκ ἀνήκοντα, ἀλλὰ μᾶλλον εὐχαριστία. |
| and there must be no filthiness and silly talk, or coarse jesting, which are not fitting, but rather giving of thanks. | Neither filthiness, nor foolish talking, nor jesting, which are not convenient: but rather giving of thanks. |
| 5:5 τοῦτο γὰρ ἴστε γινώσκοντες, ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅ ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ. | 5 τοῦτο γάρ ἐστε γινώσκοντες, ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ. |
| For this you know with certainty, that no immoral or impure person or covetous man, who is an idolater, has an inheritance in the kingdom of Christ and God. | For this ye know, that no whoremonger, nor unclean person, nor covetous man, who is an idolater, hath any inheritance in the kingdom of Christ and of God. |
|
5:6 Μηδεὶς
ὑμᾶς
ἀπατάτω
κενοῖς
λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. |
6 Μηδεὶς
ὑμᾶς
ἀπατάτω
κενοῖς
λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. |
| Let no one deceive you with empty words, for because of these things the wrath of God comes upon the sons of disobedience. | Let no man deceive you with vain words: for because of these things cometh the wrath of God upon the children of disobedience. |
| 5:7 μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν· | 7 μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν. |
| Therefore don’t be partakers with them; | Be not ye therefore partakers with them. |
|
5:8 ἦτε
γάρ
ποτε
σκότος,
νῦν
δὲ
φῶς
ἐν
κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε — |
8 ἦτε
γάρ
ποτε
σκότος,
νῦν
δὲ
φῶς
ἐν
κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε· — |
| for you were formerly darkness, but now you are Light in the Lord; walk as children of Light | For ye were sometimes darkness, but now are ye light in the Lord: walk as children of light: |
| 5:9 ὁ γὰρ καρπὸς τοῦ φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ — |
9 ὁ
γὰρ
καρπὸς
τοῦ
πνεύματος
ἐν
πάσῃ
ἀγαθωσύνῃ
καὶ
δικαιοσύνῃ
καὶ
ἀληθείᾳ· — |
| (for the fruit of the Light consists in all goodness and righteousness and truth), | (For the fruit of the Spirit is in all goodness and righteousness and truth;) |
| 5:10 δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ, | 10 δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ. |
| trying to learn what is pleasing to the Lord. | Proving what is acceptable unto the Lord. |
| 5:11 καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε. | 11 καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· |
| Don’t participate in the unfruitful deeds of darkness, but instead even expose them; | And have no fellowship with the unfruitful works of darkness, but rather reprove them. |
| 5:12 τὰ γὰρ κρυφῇ γινόμενα ὑπ᾿ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν, | 12 τὰ γὰρ κρυφῆ γινόμενα ὑπ᾿ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν. |
| for it is disgraceful even to speak of the things which are done by them in secret. | For it is a shame even to speak of those things which are done of them in secret. |
| 5:13 τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται, |
13 τὰ
δὲ
πάντα
ἐλεγχόμενα
ὑπὸ
τοῦ
φωτὸς
φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι· |
| But all things become visible when they are exposed by the light, for everything that becomes visible is light. | But all things that are reproved are made manifest by the light: for whatsoever doth make manifest is light. |
|
5:14 πᾶν
γὰρ
τὸ
φανερούμενον
φῶς
ἐστιν. διὸ λέγει, ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. |
14 διὸ λέγει, Ἔγειραι ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. |
| For this reason it says, “Awake, sleeper, And arise from the dead, And Christ will shine on you.” | Wherefore he saith, Awake thou that sleepest, and arise from the dead, and Christ shall give thee light. |
| 5:15 Βλέπετε οὖν ἀκριβῶς πῶς περιπατεῖτε μὴ ὡς ἄσοφοι ἀλλ᾿ ὡς σοφοί, | 15 Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ᾿ ὡς σοφοί, |
| Therefore be careful how you walk, not as unwise men but as wise, | See then that ye walk circumspectly, not as fools, but as wise, |
| 5:16 ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. | 16 ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. |
| making the most of your time, because the days are evil. | Redeeming the time, because the days are evil. |
| 5:17 διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνίετε τί τὸ θέλημα τοῦ κυρίου. | 17 διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ κυρίου. |
| So then don’t be foolish, but understand what the will of the Lord is. | Wherefore be ye not unwise, but understanding what the will of the Lord is. |
| 5:18 καὶ μὴ μεθύσκεσθε οἴνῳ ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι, |
18 καὶ
μὴ
μεθύσκεσθε
οἴνῳ,
ἐν
ᾧ
ἐστιν
ἀσωτία· ἀλλὰ πληροῦσθε ἐν πνεύματι, |
| And don’t get drunk with wine, for that is dissipation, but be filled with the Spirit, | And be not drunk with wine, wherein is excess; but be filled with the Spirit; |
| 5:19 λαλοῦντες ἑαυτοῖς [ἐν] ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ, | 19 λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ, |
| speaking to one another in psalms and hymns and spiritual songs, singing and making melody with your heart to the Lord; | Speaking to yourselves in psalms and hymns and spiritual songs, singing and making melody in your heart to the Lord; |
| 5:20 εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί. | 20 εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί. |
| always giving thanks for all things in the name of our Lord Jesus Christ to God, even the Father; | Giving thanks always for all things unto God and the Father in the name of our Lord Jesus Christ; |
| 5:21 Ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ, | 21 ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Θεοῦ. |
| and be subject to one another in the fear of Christ. | Submitting yourselves one to another in the fear of God. |
| 5:22 αἱ γυναῖκες τοῖς ἀνδράσιν, ἀνδράσιν ὡς τῷ κυρίῳ, | 22 αἱ γυναῖκες, τοῖς ἀνδράσιν, ἀνδράσιν ὑποτάσσεσθε, ὡς τῷ κυρίῳ· |
| Wives, be subject to your own husbands, as to the Lord. | Wives, submit yourselves unto your own husbands, as unto the Lord. |
| 5:23 ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, αὐτὸς σωτὴρ τοῦ σώματος· | 23 ὅτι ὁ ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικός, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, καὶ αὐτός ἐστι σωτὴρ τοῦ σώματος· |
| For the husband is the head of the wife, as Christ also is the head of the church, he himself being the Saviour of the body. | For the husband is the head of the wife, even as Christ is the head of the church: and he is the saviour of the body. |
| 5:24 ἀλλὰ ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες τοῖς ἀνδράσιν ἐν παντί. | 24 ἀλλ᾿ ὥσπερ ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτω καὶ αἱ γυναῖκες τοῖς ἀνδράσιν, ἀνδράσιν ἐν παντί. |
| But as the church is subject to Christ, so also the wives ought to be to their husbands in everything. | Therefore as the church is subject unto Christ, so let the wives be to their own husbands in every thing. |
| 5:25 Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, | 25 Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν ἐκκλησίαν, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς· |
| Husbands, love your wives, just as Christ also loved the church and gave himself up for her, | Husbands, love your wives, even as Christ also loved the church, and gave himself for it; |
| 5:26 ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, | 26 ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, |
| so that he might sanctify her, having cleansed her by the washing of water with the word, | That he might sanctify and cleanse it with the washing of water by the word, |
| 5:27 ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ᾿ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. | 27 ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ᾿ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. |
| that he might present to himself the church in all her glory, having no spot or wrinkle or any such thing; but that she would be holy and blameless. | That he might present it to himself a glorious church, not having spot, or wrinkle, or any such thing; but that it should be holy and without blemish. |
|
5:28 οὕτως
ὀφείλουσιν
[καὶ]
οἱ
ἄνδρες
ἀγαπᾶν
τὰς
ἑαυτῶν
γυναῖκας
ὡς
τὰ
ἑαυτῶν
σώματα. ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ· |
28 οὕτως
ὀφείλουσιν
οἱ
ἄνδρες
ἀγαπᾷν
τὰς
ἑαυτῶν
γυναῖκας,
ὡς
τὰ
ἑαυτῶν
σώματα. ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα, ἑαυτὸν ἀγαπᾷ· |
| So husbands ought also to love their own wives as their own bodies. he who loves his own wife loves himself; | So ought men to love their wives as their own bodies. he that loveth his wife loveth himself. |
| 5:29 οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ Χριστὸς τὴν ἐκκλησίαν, | 29 οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ᾿ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ Κύριος τὴν ἐκκλησίαν. |
| for no one ever hated his own flesh, but nourishes and cherishes it, just as Christ also does the church, | For no man ever yet hated his own flesh; but nourisheth and cherisheth it, even as the Lord the church: |
| 5:30 ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ. | 30 ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ, καί ἐκ τῶν ὀστέων αὐτοῦ. |
| because we are members of his body. | For we are members of his body, of his flesh, and of his bones. |
| 5:31 ἀντὶ τούτου καταλείψει ἄνθρωπος [τὸν] πατέρα καὶ [τὴν] μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. | 31 ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. |
| For this reason a man shall leave his father and mother and shall be joined to his wife, and the two shall become one flesh. | For this cause shall a man leave his father and mother, and shall be joined unto his wife, and they two shall be one flesh. |
|
5:32 τὸ
μυστήριον
τοῦτο
μέγα
ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν. |
32 τὸ
μυστήριον
τοῦτο
μέγα
ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστόν, καὶ εἰς τὴν ἐκκλησίαν. |
| This mystery is great; but I am speaking with reference to Christ and the church. | This is a great mystery: but I speak concerning Christ and the church. |
| 5:33 πλὴν καὶ ὑμεῖς οἱ καθ᾿ ἕνα, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβὴται τὸν ἄνδρα. |
33 πλὴν
καὶ
ὑμεῖς
οἱ
καθ᾿
ἕνα,
ἕκαστος
τὴν
ἑαυτοῦ
γυναῖκα
οὕτως
ἀγαπάτω
ὡς
ἑαυτόν· ἡ δὲ γυνὴ ἵνα φοβὴται τὸν ἄνδρα. |
| Nevertheless, each individual among you also is to love his own wife even as himself, and the wife must see to it that she respects her husband. | Nevertheless let every one of you in particular so love his wife even as himself; and the wife see that she reverence her husband. |
Chapter 6
| NAS | TextRec |
|---|---|
| 6:1 τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν [ἐν κυρίῳ]· τοῦτο γάρ ἐστιν δίκαιον. |
1 τὰ
τέκνα,
ὑπακούετε
τοῖς
γονεῦσιν
ὑμῶν
ἐν
κυρίῳ· τοῦτο γάρ ἐστι δίκαιον. |
| Children, obey your parents in the Lord, for this is right. | Children, obey your parents in the Lord: for this is right. |
| 6:2 τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ, |
2 τίμα
τὸν
πατέρα
σου
καὶ
τὴν
μητέρα· ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ· |
| honour your father and mother (which is the first commandment with a promise), | Honour thy father and mother; which is the first commandment with promise; |
| 6:3 ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. | 3 ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. |
| so that it may be well with you, and that you may live long on the earth. | That it may be well with thee, and thou mayest live long on the earth. |
| 6:4 καὶ οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν ἀλλὰ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου. | 4 καὶ οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλ᾿ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου. |
| Fathers, don’t provoke your children to anger, but bring them up in the discipline and instruction of the Lord. | And, ye fathers, provoke not your children to wrath: but bring them up in the nurture and admonition of the Lord. |
| 6:5 Οἱ δοῦλοι, ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν ὡς τῷ Χριστῷ, | 5 Οἱ δοῦλοι, ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα μετὰ φόβου καὶ τρόμου, ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν, ὡς τῷ Χριστῷ. |
| Slaves, be obedient to those who are your masters according to the flesh, with fear and trembling, in the sincerity of your heart, as to Christ; | Servants, be obedient to them that are your masters according to the flesh, with fear and trembling, in singleness of your heart, as unto Christ; |
| 6:6 μὴ κατ᾿ ὀφθαλμοδουλίαν ὡς ἀνθρωπάρεσκοι ἀλλ᾿ ὡς δοῦλοι Χριστοῦ ποιοῦντες τὸ θέλημα τοῦ θεοῦ ἐκ ψυχῆς, | 6 μὴ κατ᾿ ὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρεσκοι, ἀλλ᾿ ὡς δοῦλοι τοῦ Χριστοῦ, ποιοῦντες τὸ θέλημα τοῦ θεοῦ ἐκ ψυχῆς, |
| not by way of eyeservice, as men-pleasers, but as slaves of Christ, doing the will of God from the heart. | Not with eyeservice, as menpleasers; but as the servants of Christ, doing the will of God from the heart; |
| 6:7 μετ᾿ εὐνοίας δουλεύοντες ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις, | 7 μετ᾿ εὐνοίας δουλεύοντες τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις· |
| With good will render service, as to the Lord, and not to men, | With good will doing service, as to the Lord, and not to men: |
| 6:8 εἰδότες ὅτι ἕκαστος ἐάν τι ποιήσῃ ἀγαθόν, τοῦτο κομίσεται παρὰ κυρίου εἴτε δοῦλος εἴτε ἐλεύθερος. | 8 εἰδότες ὅτι ὃ ἐάν τι ἕκαστος ποιήσῃ ἀγαθόν, τοῦτο κομιεῖται παρὰ τοῦ κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος. |
| knowing that whatever good thing each one does, this he will receive back from the Lord, whether slave or free. | Knowing that whatsoever good thing any man doeth, the same shall he receive of the Lord, whether he be bond or free. |
| 6:9 καὶ οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς, ἀνιέντες τὴν ἀπειλήν, εἰδότες ὅτι καὶ αὐτῶν καὶ ὑμῶν ὁ κύριός ἐστιν ἐν οὐρανοῖς καὶ προσωπολημψία οὐκ ἔστιν παρ᾿ αὐτῷ. |
9 καὶ
οἱ
κύριοι,
τὰ
αὐτὰ
ποιεῖτε
πρὸς
αὐτούς,
ἀνιέντες
τὴν
ἀπειλήν· εἰδότες ὅτι καὶ ὑμῶν αὐτῶν ὁ κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωπολημψία οὐκ ἔστι παρ᾿ αὐτῷ. |
| And masters, do the same things to them, and give up threatening, knowing that both their Master and yours is in heaven, and there is no partiality with him. | And, ye masters, do the same things unto them, forbearing threatening: knowing that your Master also is in heaven; neither is there respect of persons with him. |
| 6:10 τοῦ λοιποῦ, ἐνδυναμοῦσθε ἐν κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. | 10 τὸ λοιπόν, ἀδελφοί μου, ἐνδυναμοῦσθε ἐν κυρίῳ, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. |
| Finally, be strong in the Lord and in the strength of his might. | Finally, my brothers, be strong in the Lord, and in the power of his might. |
| 6:11 ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου· | 11 ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ, πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου· |
| Put on the full armor of God, so that you will be able to stand firm against the schemes of the devil. | Put on the whole armour of God, that ye may be able to stand against the wiles of the devil. |
| 6:12 ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. | 12 ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. |
| For our struggle is not against flesh and blood, but against the rulers, against the powers, against the world forces of this darkness, against the spiritual forces of wickedness in the heavenly places. | For we wrestle not against flesh and blood, but against principalities, against powers, against the rulers of the darkness of this world, against spiritual wickedness in high places. |
| 6:13 διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι. | 13 διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασάμενοι στῆναι. |
| Therefore, take up the full armor of God, so that you will be able to resist in the evil day, and having done everything, to stand firm. | Wherefore take unto you the whole armour of God, that ye may be able to withstand in the evil day, and having done all, to stand. |
| 6:14 στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης | 14 στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, |
| Stand firm therefore, having girded your loins with truth, and having put on the breastplate of righteousness, | Stand therefore, having your loins girt about with truth, and having on the breastplate of righteousness; |
| 6:15 καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, | 15 καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης· |
| and having shod your feet with the preparation of the gospel of peace; | And your feet shod with the preparation of the gospel of peace; |
| 6:16 ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ [τὰ] πεπυρωμένα σβέσαι· | 16 ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι· |
| in addition to all, taking up the shield of faith with which you will be able to extinguish all the flaming arrows of the evil one. | Above all, taking the shield of faith, wherewith ye shall be able to quench all the fiery darts of the wicked. |
| 6:17 καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα θεοῦ. | 17 καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὃ ἐστι ῥῆμα θεοῦ· |
| And take the helmet of salvation, and the sword of the Spirit, which is the word of God. | And take the helmet of salvation, and the sword of the Spirit, which is the word of God: |
| 6:18 διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς αὐτὸ ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων | 18 διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων, |
| With all prayer and petition pray at all times in the Spirit, and with this in view, be on the alert with all perseverance and petition for all the saints, | Praying always with all prayer and supplication in the Spirit, and watching thereunto with all perseverance and supplication for all saints; |
| 6:19 καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου, ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου, | 19 καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθείη λόγος ἐν ἀνοίξει τοῦ στόματός μου ἐν παρρησίᾳ, γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου, |
| and pray on my behalf, that utterance may be given to me in the opening of my mouth, to make known with boldness the mystery of the gospel, | And for me, that utterance may be given unto me, that I may open my mouth boldly, to make known the mystery of the gospel, |
| 6:20 ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παρρησιάσωμαι ὡς δεῖ με λαλῆσαι. | 20 ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παρρησιάσωμαι, ὡς δεῖ με λαλῆσαι. |
| for which I am an ambassador in chains; that in proclaiming it I may speak boldly, as I ought to speak. | For which I am an ambassador in bonds: that therein I may speak boldly, as I ought to speak. |
| 6:21 ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ᾿ ἐμέ, τί πράσσω, πάντα γνωρίσει ὑμῖν Τύχικος ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν κυρίῳ, | 21 ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ᾿ ἐμέ, τί πράσσω, πάντα ὑμῖν γνωρίσει Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν κυρίῳ· |
| But that you also may know about my circumstances, how I am doing, Tychicus, the beloved brother and faithful minister in the Lord, will make everything known to you. | But that ye also may know my affairs, and how I do, Tychicus, a beloved brother and faithful minister in the Lord, shall make known to you all things: |
| 6:22 ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν. | 22 ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν. |
| I have sent him to you for this very purpose, so that you may know about us, and that he may comfort your hearts. | Whom I have sent unto you for the same purpose, that ye might know our affairs, and that he might comfort your hearts. |
| 6:23 Εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ. | 23 Εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ. |
| Peace be to the brothers, and love with faith, from God the Father and the Lord Jesus Christ. | Peace be to the brothers, and love with faith, from God the Father and the Lord Jesus Christ. |
| 6:24 ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ. |
24 ἡ
χάρις
μετὰ
πάντων
τῶν
ἀγαπώντων
τὸν
κύριον
ἡμῶν
Ἰησοῦν
Χριστὸν
ἐν
ἀφθαρσίᾳ. ἀμήν. |
| Grace be with all those who love our Lord Jesus Christ with incorruptible love. | Grace be with all them that love our Lord Jesus Christ in sincerity. Amēn. |